ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΩΝ
ΤΜΗΜΑΤΑ: ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΗΜΕΡΟΜΗΝΙΑ: 25/07/09
Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ
α΄ απόσπασμα
Ἦν γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν. Ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἱμαρμένος γενέσεως, τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται. Ἐπειδὴ δ’ ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει. Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι, “Νείμαντος δέ μου,” ἔφη, “ἐπίσκεψαι•” καὶ οὕτω πείσας νέμει. Νέμων δὲ τοῖς μὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν, τοὺς δ’ ἀσθενεστέρους τάχει ἐκόσμει• τοὺς δὲ ὥπλιζε, τοῖς δ’ ἄοπλον διδοὺς φύσιν ἄλλην τιν’ αὐτοῖς ἐμηχανᾶτο δύναμιν εἰς σωτηρίαν. Ἃ μὲν γὰρ αὐτῶν σμικρότητι ἤμπισχεν, πτηνὸν φυγὴν ἢ κατάγειον οἴκησιν ἔνεμεν• ἃ δὲ ηὖξε μεγέθει, τῷδε αὐτῷ αὐτὰ ἔσῳζεν• καὶ τἆλλα οὕτως ἐπανισῶν ἔνεμεν.
β΄ απόσπασμα
Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων μόνον θεοὺς ἐνόμισεν, καὶ ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεῶν• ἔπειτα φωνὴν καὶ ὀνόματα ταχὺ διηρθρώσατο τῇ τέχνῃ, καὶ οἰκήσεις καὶ ἐσθῆτας καὶ ὑποδέσεις καὶ στρωμνὰς καὶ τὰς ἐκ γῆς τροφὰς ηὕρετο. Οὕτω δὴ παρεσκευασμένοι κατ’ ἀρχὰς ἄνθρωποι ᾤκουν σποράδην, πόλεις δὲ οὐκ ἦσαν• ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ αὐτῶν ἀσθενέστεροι εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν θηρίων πόλεμον ἐνδεής - πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική - ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις• ὅτ’ οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο. Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην, ἵν’ εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. Ἐρωτᾶ οὖν , Ἑρμῆς Δία τίνα οὖν τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώποις• “Πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας νείμω; Νενέμηνται δὲ ὧδε. εἷς ἔχων ἰατρικήν πολλοῖς ἱκανὸς ἰδιώταις, και οἱ ἄλλοι δημιουργοί. καὶ δίκην δὴ καὶ αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρωποις ἤ ἐπὶ πάντας νείμω;» «Ἐπὶ πάντας,» ἔφη ὁ Ζεύς, «καὶ πάντες μετεχόντων• οὐ γὰρ ἂν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων τεχνῶν• καὶ νόμον γε θὲς παρ’ ἐμοῦ τὸν μὴ δυνάμενον αἰδοῦς καὶ δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως.»
ΕΡΩΤΗΣΕΙΣ
1. Να μεταφράσετε το α΄ απόσπασμα: «Ἦν γὰρ ποτε χρόνος … ἐπανισῶν ἔνεμεν».
ΜΟΝΑΔΕΣ 10
2. α΄ απόσπασμα: «Ἦν γὰρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν …».
β΄ απόσπασμα: «Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας … καὶ ἀγάλματα θεῶν».
Αξιοποιώντας τα στοιχεία των χωρίων που σας δίνονται, να γράψετε αν οι απόψεις που φαίνονται σ’ αυτά έρχονται σε αντίθεση με την αγνωστικιστική θέση του Πρωταγόρα. Να δικαιολογήσετε την απάντησή σας.
ΜΟΝΑΔΕΣ 10
3.β΄ απόσπασμα: «αἰδὼς, δίκη»: Ποιο είναι το περιεχόμενο καθεμιάς έννοιας; Γιατί θεωρούνται «πόλεων κόσμοι τε καί δεσμοί φιλίας συναγωγοί»;
ΜΟΝΑΔΕΣ 10
4.β΄ απόσπασμα: «καί νόμον γε θὲς … πόλεως»: Πώς εξηγείται η ανάγκη νόμου για την τιμωρία όποιου δε μετέχει στην αιδώ και τη δίκη αφού αυτές μοιράστηκαν σε όλους;
ΜΟΝΑΔΕΣ 10
5.Τι γνωρίζετε για την Ακαδημία του Πλάτωνα;
ΜΟΝΑΔΕΣ 10
6.(α΄ απόσπασμα) ἰσχὺν, σωτηρίαν, (β΄ απόσπασμα) ηὕρετο, διεφθείροντο, ἄγοντα: Να γράψετε δύο ομόρριζες λέξεις (απλές ή σύνθετες) για κάθε μία από τις λέξεις που σας δόθηκαν.
ΜΟΝΑΔΕΣ 10
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου